*
*
(A felvételeket 2012. december 25.-én hajnalban készítettem.)
Metafizikai aforizmák és karcolatok az Apeiron-project kutatásaiból.
57 |
Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ
ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν Ἀντισθένης (FGrH 508 F 15),
Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατ' Ἀναξαγόραν. τοῦτόν φησιν
ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ (Wehrli iv,
fg. 91) διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.
Ἐδόκει δὲ αὐτῷ τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους
ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ
ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος
γίνεσθαι οὐδ' εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύλην,
ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ
θερμοῦ περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.
Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε (DK 64 B 1)· "λόγου
παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφι-
σβήτητον παρέχεσθαι, τὴν δ' ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν."
|